Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.102 Joseph. AJ 18.107 (English) >>Joseph. AJ 18.111

18.105πρὸς Οὐιτελλίου δὲ ἐπιπεμφθεισῶν ἐπιστολῶν καὶ τοῦ Καίσαρος ἐπισημήναντος πρὸς αὐτόν, ὡς δῆλα αὐτῷ γένοιτο πρότερον πύστιν περὶ αὐτῶν Ἡρώδου προτεθεικότος, ταραχθεὶς Οὐιτέλλιος μεγάλως καὶ πεπονθέναι μειζόνως ἐπέπρακτο ὑπολαμβάνων ἄδηλον τὴν ἐπʼ αὐτοῖς ἔκρυπτεν ὀργήν, μέχρι δὴ καὶ μετῆλθε Γαΐου τὴν Ῥωμαίων ἀρχὴν παρειληφότος. 18.106

Τότε δὲ καὶ Φίλιππος, Ἡρώδου δὲ ἦν ἀδελφός, τελευτᾷ τὸν βίον εἰκοστῷ μὲν ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἡγησάμενος δὲ αὐτὸς ἑπτὰ καὶ τριάκοντα τῆς Τραχωνίτιδος καὶ Γαυλανίτιδος καὶ τοῦ Βατανέων ἔθνους πρὸς αὐταῖς, μέτριον δὲ ἐν οἷς ἦρχεν παρασχὼν τὸν τρόπον καὶ ἀπράγμονα· 18.107δίαιταν μὲν γὰρ τὸ πᾶν ἐν γῇ τῇ ὑποτελεῖ ἐποιεῖτο, πρόοδοι δʼ ἦσαν αὐτῷ σὺν ὀλίγοις τῶν ἐπιλέκτων, καὶ τοῦ θρόνου εἰς ὃν ἔκρινεν καθεζόμενος ἐν ταῖς ὁδοῖς ἑπομένου, ὁπότε τις ὑπαντιάσας ἐν χρείᾳ γένοιτο αὐτῷ ἐπιβοηθεῖν, οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος ἱδρύσεως τοῦ θρόνου καὶ τύχοι γενομένης καθεζόμενος ἠκροᾶτο καὶ τιμωρίας τε ἐπετίμα τοῖς ἁλοῦσι καὶ ἠφίει τοὺς ἀδίκως ἐν ἐγκλήμασι γενομένους. 18.108τελευτᾷ δʼ ἐν Ἰουλιάδι καὶ αὐτοῦ κομισθέντος ἐπὶ τὸ μνημεῖον, ἔτι πρότερον ᾠκοδόμησεν αὐτός, ταφαὶ γίνονται πολυτελεῖς. τὴν δʼ ἀρχήν, οὐ γὰρ κατελίπετο παῖδας, Τιβέριος παραλαβὼν προσθήκην ἐπαρχίας ποιεῖται τῆς Σύρων, τοὺς μέντοι φόρους ἐκέλευσε συλλεγομένους ἐν τῇ τετραρχίᾳ τῇ ἐκείνου γενομένῃ κατατίθεσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.102 Joseph. AJ 18.107 (English) >>Joseph. AJ 18.111

Powered by PhiloLogic